Εγκώμιο Σταυρού!αγίου Ιωάννου Χρυσοστόμου Σταυρὸς Χριστιανῶν ἐλπὶς, σταυρὸς νεκρῶν ἀνάστασις, σταυρὸς τυφλῶν ὁδηγὸς, σταυρὸς ἀπηλπισμένων ἐλπὶς, σταυρὸς πεπλανημένων ὁδὸς, σταυρὸς ἀδικουμένων ἔκδικος, σταυρὸς χωλῶν βακτηρία, σταυρὸς πενήτων παραμυθία, σταυρὸς πλουσίων χαλινὸς, σταυρὸς ὑπερηφάνων καθαίρεσις, σταυρὸς ἀκολάστων μετάνοια, σταυρὸς τρόπαιον κατὰ δαιμόνων, σταυρὸς διαβόλου νῖκος, σταυρὸς νηπίων παιδαγωγὸς, σταυρὸς ἀπόρων εὐπορία, σταυρὸς πλεόντων κυβερνήτης, σταυρὸς χειμαζόντων λιμὴν, σταυρὸς πολεμουμένων τεῖχος, σταυρὸς πατὴρ ὀρφανῶν, σταυρὸς προστάτης χηρῶν, σταυρὸς ἀδίκων κριτὴς, σταυρὸς δικαίων στῦλος, σταυρὸς θλιβομένων ἄνεσις, σταυρὸς νηπίων φύλαξ, σταυρὸς ἀνδρῶν κεφαλὴ, σταυρὸς πρεσβυτέρων τέλος, σταυρὸς φῶς τοῖς ἐν σκότει καθημένοις, σταυρὸς βασιλέων μεγαλοπρέπεια, σταυρὸς βαρβάρων φιλανθρωπία, σταυρὸς δούλων ἐλευθερία, σταυρὸς ἀπαιδεύτων…